Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.56 Dem. 20.60 (English) >>Dem. 20.63

20.58ἀλλὰ νὴ Δίʼ οὗτοι μόνοι τοῦτο πείσονται, καὶ περὶ τούτων μόνων ποιοῦμαι λόγον τοσοῦτον. πολλοῦ γε καὶ δέω. ἀλλὰ πάντας μὲν οὐδʼ ἂν ἐγχειρήσαιμʼ ἐξετάζειν ὅσοι πεποιηκότες ὑμᾶς εὖ διὰ τὸν νόμον, εἰ μὴ λυθήσεται, τὰ δοθέντʼ ἀφαιρεθήσονται· ἓν δʼ δύο δείξας ἔτι ψηφίσματʼ ἀπαλλάττομαι τοῦ περὶ τούτων λέγειν. 20.59τοῦτο μὲν τοίνυν Θασίους τοὺς μετʼ Ἐκφάντου πῶς οὐκ ἀδικήσετε, ἐὰν ἀφαιρῆσθε τὴν ἀτέλειαν, οἳ παραδόντες ὑμῖν Θάσον καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθʼ ὅπλων ἐκβαλόντες καὶ Θρασύβουλον εἰσαγαγόντες καὶ παρασχόντες φίλην ὑμῖν τὴν αὑτῶν πατρίδα αἴτιοι τοῦ γενέσθαι σύμμαχον τὸν περὶ Θρᾴκην τόπον ὑμῖν ἐγένοντο; 20.60τοῦτο δʼ Ἀρχέβιον καὶ Ἡρακλείδην, οἳ Βυζάντιον παραδόντες Θρασυβούλῳ κυρίους ὑμᾶς ἐποίησαν τοῦ Ἑλλησπόντου, ὥστε τὴν δεκάτην ἀποδόσθαι καὶ χρημάτων εὐπορήσαντας Λακεδαιμονίους ἀναγκάσαι τοιαύτην, οἵαν ὑμῖν ἐδόκει, ποιήσασθαι τὴν εἰρήνην; ὧν, ἄνδρες Ἀθηναῖοι, μετὰ ταῦτʼ ἐκπεσόντων ἐψηφίσασθʼ ἅπερ, οἶμαι, φεύγουσιν εὐεργέταις διʼ ὑμᾶς προσῆκε, προξενίαν, εὐεργεσίαν, ἀτέλειαν ἁπάντων. εἶτα τοὺς διʼ ὑμᾶς φεύγοντας καὶ δικαίως τι παρʼ ὑμῶν εὑρομένους ἐάσωμεν ἀφαιρεθῆναι ταῦτα, μηδὲν ἔχοντες ἐγκαλέσαι; ἀλλʼ αἰσχρὸν ἂν εἴη. 20.61μάθοιτε δὲ τοῦτο μάλιστʼ ἄν, ἐκείνως εἰ λογίσαισθε πρὸς ὑμᾶς αὐτούς· εἴ τινες νυνὶ τῶν ἐχόντων Πύδναν Ποτείδαιαν τι τῶν ἄλλων χωρίων, Φιλίππῳ μέν ἐστιν ὑπήκοα, ὑμῖν δʼ ἐχθρά, τὸν αὐτὸν τρόπον ὅνπερ Θάσος ἦν τότε καὶ τὸ Βυζάντιον Λακεδαιμονίοις μὲν οἰκεῖα, ὑμῖν δʼ ἀλλότρια, παραδώσειν ταῦτʼ ἐπαγγείλαιντο, ἂν αὐτοῖς τὰς αὐτὰς δῶτε δωρειὰς ὥσπερ Ἐκφάντῳ τῷ Θασίῳ καὶ Ἀρχεβίῳ τῷ Βυζαντίῳ, καί τινες τούτων ἀντιλέγοιεν αὐτοῖς ταῦτα λέγοντες,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.56 Dem. 20.60 (English) >>Dem. 20.63

Powered by PhiloLogic